Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.128 Joseph. AJ 6.131 (English) >>Joseph. AJ 6.135

6.130στρατηγὸν δὲ εἶχε τὸν τοῦ θείου παῖδα Ἀβήναρον· Νῆρος δʼ ἐκεῖνος ἐκαλεῖτο, Νῆρος δὲ καὶ Κεὶς Σαούλου πατὴρ ἀδελφοὶ ἦσαν, υἱοὶ δʼ Ἀβελίου. ἦν δὲ καὶ πλῆθος ἁρμάτων Σαούλῳ καὶ ἱππέων, οἷς δὲ πολεμήσειε νικήσας ἀπηλλάσσετο, καὶ τοὺς Ἑβραίους εἰς εὐπραγίας καὶ μέγεθος εὐδαιμονίας προηγάγετο καὶ τῶν ἄλλων ἀπέδειξεν ἐθνῶν δυνατωτέρους, καὶ τῶν νέων τοὺς δὴ καὶ μεγέθει καὶ κάλλει διαφέροντας φύλακας τοῦ σώματος ἐποιεῖτο. 6.131

Σαμουῆλος δὲ παραγενόμενος πρὸς τὸν Σαοῦλον πεμφθῆναι πρὸς αὐτὸν ἔφασκεν ὑπὸ τοῦ θεοῦ, ὅπως αὐτὸν ὑπομνήσῃ, ὅτι βασιλέα προκρίνας αὐτὸν ἁπάντων θεὸς ἀπέδειξε, καὶ διὰ τοῦτο πείθεσθαι καὶ κατήκοον αὐτῷ γενέσθαι ὡς αὐτοῦ μὲν ἔχοντος τὴν τῶν ἐθνῶν ἡγεμονίαν, τοῦ δὲ θεοῦ καὶ τὴν κατʼ ἐκείνου καὶ τῶν ὅλων πραγμάτων. 6.132λέγειν τοίνυν ἔφασκε τὸν θεὸν· “ἐπεὶ πολλὰ κακὰ τοὺς Ἑβραίους Ἀμαληκῖται διέθηκαν κατὰ τὴν ἔρημον, ὅτε ἐξελθόντες ἀπʼ Αἰγύπτου εἰς τὴν νῦν ὑπάρχουσαν αὐτοῖς ἐστέλλοντο χώραν, κελεύω πολέμῳ τιμωρησάμενον τοὺς Ἀμαληκίτας καὶ κρατήσαντα μηδένʼ αὐτῶν ὑπολιπεῖν, 6.133ἀλλὰ πάσης διεξελθεῖν ἡλικίας ἀρξαμένους ἀπὸ γυναικῶν κτείνειν καὶ νηπίων καὶ τοιαύτην ὑπὲρ ὧν τοὺς προγόνους ὑμῶν εἰργάσαντο τιμωρίαν ἀπολαβεῖν, φείσασθαι δὲ μήτε ὑποζυγίων μήτε τῶν ἄλλων βοσκημάτων εἰς ὠφέλειαν καὶ κτῆσιν ἰδίαν, ἅπαντα δʼ ἀναθεῖναι τῷ θεῷ καὶ τὸ Ἀμαλήκου ὄνομα ταῖς Μωυσέος κατακολουθήσαντʼ ἐντολαῖς ἐξαλεῖψαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.128 Joseph. AJ 6.131 (English) >>Joseph. AJ 6.135

Powered by PhiloLogic